Clouds

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. τί δʼ ἄλλο γʼ ἢ κατὰ μῆνα καὶ καθʼ ἡμέραν
  2. πλέον πλέον τἀργύριον ἀεὶ γίγνεται
  3. ὑπορρέοντος τοῦ χρόνου;
Στρεψιάδης
  1. καλῶς λέγεις.
  2. τί δῆτα; τὴν θάλατταν ἔσθʼ ὅτι πλείονα
  3. νυνὶ νομίζεις ἢ πρὸ τοῦ;
Αμυνίας
  1. μὰ Δίʼ ἀλλʼ ἴσην.
  2. οὐ γὰρ δίκαιον πλείονʼ εἶναι.
Στρεψιάδης
  1. κᾆτα πῶς
  2. αὕτη μὲν ὦ κακόδαιμον οὐδὲν γίγνεται
  3. ἐπιρρεόντων τῶν ποταμῶν πλείων, σὺ δὲ
  4. ζητεῖς ποιῆσαι τἀργύριον πλεῖον τὸ σόν;
  5. οὐκ ἀποδιώξει σαυτὸν ἀπὸ τῆς οἰκίας;
  6. φέρε μοι τὸ κέντρον.
Αμυνίας
  1. ταῦτʼ ἐγὼ μαρτύρομαι.
Στρεψιάδης
  1. ὕπαγε. τί μέλλεις; οὐκ ἐλᾷς ὦ σαμφόρα;
Αμυνίας
  1. ταῦτʼ οὐχ ὕβρις δῆτʼ ἐστίν;
Στρεψιάδης
  1. ᾄξεις; ἐπιαλῶ
  2. κεντῶν ὑπὸ τὸν πρωκτόν σε τὸν σειραφόρον.