Clouds

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. σὺ δὲ νὴ τὸν Ἑρμῆν προσκεκλήσεσθαί γέ μοι,
  2. εἰ μὴ ʼποδώσεις τἀργύριον.
Στρεψιάδης
  1. κάτειπέ νυν,
  2. πότερα νομίζεις καινὸν ἀεὶ τὸν Δία
  3. ὕειν ὕδωρ ἑκάστοτʼ, ἢ τὸν ἥλιον
  4. ἕλκειν κάτωθεν ταὐτὸ τοῦθʼ ὕδωρ πάλιν;
Αμυνίας
  1. οὐκ οἶδʼ ἔγωγʼ ὁπότερον, οὐδέ μοι μέλει.
Στρεψιάδης
  1. πῶς οὖν ἀπολαβεῖν τἀργύριον δίκαιος εἶ,
  2. εἰ μηδὲν οἶσθα τῶν μετεώρων πραγμάτων;
Αμυνίας
  1. ἀλλʼ εἰ σπανίζεις, τἀργυρίου μοι τὸν τόκον
  2. ἀπόδοτε·
Στρεψιάδης
  1. τοῦτο δʼ ἔσθʼ ὁ τόκος τί θηρίον;
Αμυνίας
  1. τί δʼ ἄλλο γʼ ἢ κατὰ μῆνα καὶ καθʼ ἡμέραν
  2. πλέον πλέον τἀργύριον ἀεὶ γίγνεται
  3. ὑπορρέοντος τοῦ χρόνου;
Στρεψιάδης
  1. καλῶς λέγεις.
  2. τί δῆτα; τὴν θάλατταν ἔσθʼ ὅτι πλείονα
  3. νυνὶ νομίζεις ἢ πρὸ τοῦ;
Αμυνίας
  1. μὰ Δίʼ ἀλλʼ ἴσην.
  2. οὐ γὰρ δίκαιον πλείονʼ εἶναι.