Clouds
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- κακῶς ἄρʼ ὄντως εἶχες, ὥς γʼ ἐμοὶ δοκεῖς.
- ἵππους ἐλαύνων ἐξέπεσον νὴ τοὺς θεούς.
- τί δῆτα ληρεῖς ὥσπερ ἀπʼ ὄνου καταπεσών;
- ληρῶ, τὰ χρήματʼ ἀπολαβεῖν εἰ βούλομαι;
- οὐκ ἔσθʼ ὅπως σύ γʼ αὐτὸς ὑγιαίνεις.
- τί δαί;
- τὸν ἐγκέφαλον ὥσπερ σεσεῖσθαί μοι δοκεῖς.
- σὺ δὲ νὴ τὸν Ἑρμῆν προσκεκλήσεσθαί γέ μοι,
- εἰ μὴ ʼποδώσεις τἀργύριον.
- κάτειπέ νυν,
- πότερα νομίζεις καινὸν ἀεὶ τὸν Δία
- ὕειν ὕδωρ ἑκάστοτʼ, ἢ τὸν ἥλιον
- ἕλκειν κάτωθεν ταὐτὸ τοῦθʼ ὕδωρ πάλιν;
- οὐκ οἶδʼ ἔγωγʼ ὁπότερον, οὐδέ μοι μέλει.
- πῶς οὖν ἀπολαβεῖν τἀργύριον δίκαιος εἶ,
- εἰ μηδὲν οἶσθα τῶν μετεώρων πραγμάτων;
- ἀλλʼ εἰ σπανίζεις, τἀργυρίου μοι τὸν τόκον
- ἀπόδοτε·
- τοῦτο δʼ ἔσθʼ ὁ τόκος τί θηρίον;