Clouds
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- τίς οὑτοσί ποτʼ ἔσθʼ ὁ θρηνῶν; οὔτι που
- τῶν Καρκίνου τις δαιμόνων ἐφθέγξατο;
- τί δʼ ὅστις εἰμὶ τοῦτο βούλεσθʼ εἰδέναι;
- ἀνὴρ κακοδαίμων.
- κατὰ σεαυτόν νυν τρέπου.
- ὦ σκληρὲ δαῖμον, ὦ τύχαι θραυσάντυγες
- ἵππων ἐμῶν, ὦ Παλλὰς ὥς μʼ ἀπώλεσας.
- τί δαί σε Τληπόλεμός ποτʼ εἴργασται κακόν;
- μὴ σκῶπτέ μʼ ὦ τᾶν, ἀλλά μοι τὰ χρήματα
- τὸν υἱὸν ἀποδοῦναι κέλευσον ἅλαβεν,
- ἄλλως τε μέντοι καὶ κακῶς πεπραγότι.
- τὰ ποῖα ταῦτα χρήμαθʼ;
- ἁδανείσατο.
- κακῶς ἄρʼ ὄντως εἶχες, ὥς γʼ ἐμοὶ δοκεῖς.
- ἵππους ἐλαύνων ἐξέπεσον νὴ τοὺς θεούς.
- τί δῆτα ληρεῖς ὥσπερ ἀπʼ ὄνου καταπεσών;
- ληρῶ, τὰ χρήματʼ ἀπολαβεῖν εἰ βούλομαι;
- οὐκ ἔσθʼ ὅπως σύ γʼ αὐτὸς ὑγιαίνεις.
- τί δαί;
- τὸν ἐγκέφαλον ὥσπερ σεσεῖσθαί μοι δοκεῖς.