Clouds

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. θήσω πρυτανεῖʼ ἢ μηκέτι ζῴην ἐγώ.
Στρεψιάδης
  1. καὶ προσαπολεῖς ἄρʼ αὐτὰ πρὸς ταῖς δώδεκα.
  2. καίτοι σε τοῦτό γʼ οὐχὶ βούλομαι παθεῖν,
  3. ὁτιὴ ʼκάλεσας εὐηθικῶς τὴν κάρδοπον.
Αμυνίας
  1. ἰώ μοί μοι.
Στρεψιάδης
  1. ἔα.
  2. τίς οὑτοσί ποτʼ ἔσθʼ ὁ θρηνῶν; οὔτι που
  3. τῶν Καρκίνου τις δαιμόνων ἐφθέγξατο;
Αμυνίας
  1. τί δʼ ὅστις εἰμὶ τοῦτο βούλεσθʼ εἰδέναι;
  2. ἀνὴρ κακοδαίμων.
Στρεψιάδης
  1. κατὰ σεαυτόν νυν τρέπου.
Αμυνίας
  1. ὦ σκληρὲ δαῖμον, ὦ τύχαι θραυσάντυγες
  2. ἵππων ἐμῶν, ὦ Παλλὰς ὥς μʼ ἀπώλεσας.
Στρεψιάδης
  1. τί δαί σε Τληπόλεμός ποτʼ εἴργασται κακόν;
Αμυνίας
  1. μὴ σκῶπτέ μʼ ὦ τᾶν, ἀλλά μοι τὰ χρήματα
  2. τὸν υἱὸν ἀποδοῦναι κέλευσον ἅλαβεν,
  3. ἄλλως τε μέντοι καὶ κακῶς πεπραγότι.
Στρεψιάδης
  1. τὰ ποῖα ταῦτα χρήμαθʼ;
Αμυνίας
  1. ἁδανείσατο.