Clouds

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ἐγὼ γὰρ αὐτίκʼ ἀποκρινοῦμαί σοι σαφῶς.
Πασίας
  1. τί σοι δοκεῖ δράσειν;
Μάρτυς
  1. ἀποδώσειν μοι δοκεῖ.
Στρεψιάδης
  1. ποῦ ʼσθʼ οὗτος ἁπαιτῶν με τἀργύριον; λέγε
  2. τουτὶ τί ἔστι;
Πασίας
  1. τοῦθʼ ὅ τι ἐστί; κάρδοπος.
Στρεψιάδης
  1. ἔπειτʼ ἀπαιτεῖς τἀργύριον τοιοῦτος ὤν;
  2. οὐκ ἂν ἀποδοίην οὐδʼ ἂν ὀβολὸν οὐδενί,
  3. ὅστις καλέσειε κάρδοπον τὴν καρδόπην.
Πασίας
  1. οὐκ ἄρʼ ἀποδώσεις;
Στρεψιάδης
  1. οὐχ ὅσον γέ μʼ εἰδέναι.
  2. οὔκουν ἀνύσας τι θᾶττον ἀπολιταργιεῖς
  3. ἀπὸ τῆς θύρας;
Πασίας
  1. ἄπειμι, καὶ τοῦτʼ ἴσθʼ ὅτι
  2. θήσω πρυτανεῖʼ ἢ μηκέτι ζῴην ἐγώ.
Στρεψιάδης
  1. καὶ προσαπολεῖς ἄρʼ αὐτὰ πρὸς ταῖς δώδεκα.
  2. καίτοι σε τοῦτό γʼ οὐχὶ βούλομαι παθεῖν,
  3. ὁτιὴ ʼκάλεσας εὐηθικῶς τὴν κάρδοπον.
Αμυνίας
  1. ἰώ μοί μοι.
Στρεψιάδης
  1. ἔα.