Clouds
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- νῦν δὲ διὰ τοῦτʼ ἔξαρνος εἶναι διανοεῖ;
- τί γὰρ ἄλλʼ ἂν ἀπολαύσαιμι τοῦ μαθήματος;
- καὶ ταῦτʼ ἐθελήσεις ἀπομόσαι μοι τοὺς θεοὺς
- ἵνʼ ἂν κελεύσω ʼγώ σε;
- τοὺς ποίους θεούς;
- τὸν Δία, τὸν Ἑρμῆν, τὸν Ποσειδῶ.
- νὴ Δία
- κἂν προσκαταθείην γʼ ὥστʼ ὀμόσαι τριώβολον.
- ἀπόλοιο τοίνυν ἕνεκʼ ἀναιδείας ἔτι.
- ἁλσὶν διασμηχθεὶς ὄναιτʼ ἂν οὑτοσί.
- οἴμʼ ὡς καταγελᾷς.
- ἓξ χοᾶς χωρήσεται.
- οὔ τοι μὰ τὸν Δία τὸν μέγαν καὶ τοὺς θεοὺς
- ἐμοῦ καταπροίξει.
- θαυμασίως ἥσθην θεοῖς,
- καὶ Ζεὺς γέλοιος ὀμνύμενος τοῖς εἰδόσιν.
- ἦ μὴν σὺ τούτων τῷ χρόνῳ δώσεις δίκην.
- ἀλλʼ εἴτʼ ἀποδώσεις μοι τὰ χρήματʼ εἴτε μή,
- ἀπόπεμψον ἀποκρινάμενος.
- ἔχε νυν ἥσυχος.