Clouds

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ἀλλʼ εἰσάγων σε βούλομαι πρῶτον ἑστιᾶσαι.
Πασίας
  1. εἶτʼ ἄνδρα τῶν αὑτοῦ τι χρὴ προϊέναι;
  2. οὐδέποτέ γʼ, ἀλλὰ κρεῖττον εὐθὺς ἦν τότε
  3. ἀπερυθριᾶσαι μᾶλλον ἢ σχεῖν πράγματα,
  4. ὅτε τῶν ἐμαυτοῦ γʼ ἕνεκα νυνὶ χρημάτων
  5. ἕλκω σε κλητεύσοντα, καὶ γενήσομαι
  6. ἐχθρὸς ἔτι πρὸς τούτοισιν ἀνδρὶ δημότῃ.
  7. ἀτὰρ οὐδέποτέ γε τὴν πατρίδα καταισχυνῶ
  8. ζῶν, ἀλλὰ καλοῦμαι Στρεψιάδην —
Στρεψιάδης
  1. τίς οὑτοσί;
Πασίας
  1. ἐς τὴν ἕνην τε καὶ νέαν.
Στρεψιάδης
  1. μαρτύρομαι,
  2. ὅτι ἐς δύʼ εἶπεν ἡμέρας. τοῦ χρήματος;
Πασίας
  1. τῶν δώδεκα μνῶν, ἃς ἔλαβες ὠνούμενος
  2. τὸν ψαρὸν ἵππον.
Στρεψιάδης
  1. ἵππον; οὐκ ἀκούετε;
  2. ὃν πάντες ὑμεῖς ἴστε μισοῦνθʼ ἱππικήν.
Πασίας
  1. καὶ νὴ Δίʼ ἀποδώσειν γʼ ἐπώμνυς τοὺς θεούς.
Στρεψιάδης
  1. μὰ τὸν Δίʼ οὐ γάρ πω τότʼ ἐξηπίστατο
  2. Φειδιππίδης μοι τὸν ἀκατάβλητον λόγον.