Clouds
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ἐπὶ τοῦ προσώπου τʼ ἐστὶν Ἀττικὸν βλέπος.
- νῦν οὖν ὅπως σώσεις μʼ, ἐπεὶ κἀπώλεσας.
- φοβεῖ δὲ δὴ τί;
- τὴν ἕνην τε καὶ νέαν.
- ἕνη γάρ ἐστι καὶ νέα τις ἡμέρα;
- εἰς ἥν γε θήσειν τὰ πρυτανεῖά φασί μοι.
- ἀπολοῦσʼ ἄρʼ αὔθʼ οἱ θέντες· οὐ γὰρ ἔσθʼ ὅπως
- μίʼ ἡμέρα γένοιτʼ ἂν ἡμέρα δύο.
- οὐκ ἂν γένοιτο;
- πῶς γάρ; εἰ μή πέρ γʼ ἅμα
- αὑτὴ γένοιτʼ ἂν γραῦς τε καὶ νέα γυνή.
- καὶ μὴν νενόμισταί γʼ.
- οὐ γάρ, οἶμαι, τὸν νόμον
- ἴσασιν ὀρθῶς ὅ τι νοεῖ.
- νοεῖ δὲ τί;
- ὁ Σόλων ὁ παλαιὸς ἦν φιλόδημος τὴν φύσιν.
- τουτὶ μὲν οὐδέν πω πρὸς ἕνην τε καὶ νέαν.
- ἐκεῖνος οὖν τὴν κλῆσιν ἐς δύʼ ἡμέρας
- ἔθηκεν, ἔς γε τὴν ἕνην τε καὶ νέαν,