Clouds
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- αὐτοί τε καὶ τἀρχαῖα καὶ τόκοι τόκων·
- οὐδὲν γὰρ ἄν με φλαῦρον ἐργάσαισθʼ ἔτι,
- οἷος ἐμοὶ τρέφεται
- τοῖσδʼ ἐνὶ δώμασι παῖς,
- ἀμφήκει γλώττῃ λάμπων,
- πρόβολος ἐμός, σωτὴρ δόμοις, ἐχθροῖς βλάβη,
- λυσανίας πατρῴων μεγάλων κακῶν·
- ὃν κάλεσον τρέχων ἔνδοθεν ὡς ἐμέ.
- ὦ τέκνον ὦ παῖ ἔξελθʼ οἴκων,
- ἄιε σοῦ πατρός.
- ὅδʼ ἐκεῖνος ἀνήρ.
- ὦ φίλος ὦ φίλος.
- ἄπιθι συλλαβών.
- ἰὼ ἰὼ τέκνον, ἰὼ ἰοῦ ἰοῦ.
- ὡς ἥδομαί σου πρῶτα τὴν χρόαν ἰδών.
- νῦν μέν γʼ ἰδεῖν εἶ πρῶτον ἐξαρνητικὸς
- κἀντιλογικός, καὶ τοῦτο τοὐπιχώριον
- ἀτεχνῶς ἐπανθεῖ, τὸ τί λέγεις σύ; καὶ δοκεῖν
- ἀδικοῦντʼ ἀδικεῖσθαι καὶ κακουργοῦντʼ οἶδʼ ὅτι·