Clouds
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ἵνʼ αἱ θέσεις γίγνοιντο τῇ νουμηνίᾳ.
- ἵνα δὴ τί τὴν ἕνην προσέθηχʼ;
- ἵνʼ ὦ μέλε
- παρόντες οἱ φεύγοντες ἡμέρᾳ μιᾷ
- πρότερον ἀπαλλάττοινθʼ ἑκόντες, εἰ δὲ μή,
- ἕωθεν ὑπανιῷντο τῇ νουμηνία.
- πῶς οὐ δέχονται δῆτα τῇ νουμηνίᾳ
- ἁρχαὶ τὰ πρυτανεῖʼ, ἀλλʼ ἕνῃ τε καὶ νέᾳ;
- ὅπερ οἱ προτένθαι γὰρ δοκοῦσί μοι ποιεῖν·
- ὅπως τάχιστα τὰ πρυτανεῖʼ ὑφελοίατο,
- διὰ τοῦτο προὐτένθευσαν ἡμέρᾳ μιᾷ.
- εὖ γʼ· ὦ κακοδαίμονες, τί κάθησθʼ ἀβέλτεροι,
- ἡμέτερα κέρδη τῶν σοφῶν ὄντες, λίθοι,
- ἀριθμός, πρόβατʼ ἄλλως, ἀμφορῆς νενησμένοι;
- ὥστʼ εἰς ἐμαυτὸν καὶ τὸν υἱὸν τουτονὶ
- ἐπʼ εὐτυχίαισιν ᾀστέον μοὐγκώμιον.
- μάκαρ ὦ Στρεψίαδες,
- αὐτός τʼ ἔφυς ὡς σοφὸς
- χοἶον τὸν υἱὸν τρέφεις,