Clouds
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- τὸ δʼ ἀναβαλοῦ μοι, τὸ δʼ ἄφες, οὔ φασίν ποτε
- οὕτως ἀπολήψεσθʼ, ἀλλὰ λοιδοροῦσί με
- ὡς ἄδικός εἰμι, καὶ δικάσεσθαί φασί μοι.
- νῦν οὖν δικαζέσθων· ὀλίγον γάρ μοι μέλει,
- εἴπερ μεμάθηκεν εὖ λέγειν Φειδιππίδης.
- τάχα δʼ εἴσομαι κόψας τὸ φροντιστήριον.
- παῖ, ἠμί, παῖ παῖ.
- Στρεψιάδην ἀσπάζομαι.
- κἄγωγέ σʼ· ἀλλὰ τουτονὶ πρῶτον λαβέ·
- χρὴ γὰρ ἐπιθαυμάζειν τι τὸν διδάσκαλον.
- καί μοι τὸν υἱὸν εἰ μεμάθηκε τὸν λόγον
- ἐκεῖνον εἴφʼ ὃν ἀρτίως εἰσήγαγες.
- μεμάθηκεν.
- εὖ γʼ ὦ παμβασίλειʼ Ἀπαιόλη.
- ὥστʼ ἀποφύγοις ἂν ἥντινʼ ἂν βούλῃ δίκην.
- κεἰ μάρτυρες παρῆσαν, ὅτʼ ἐδανειζόμην;
- πολλῷ γε μᾶλλον, κἂν παρῶσι χίλιοι.
- βοάσομαί τἄρα τὰν ὑπέρτονον
- βοάν. ἰὼ κλάετʼ ὦ ʼβολοστάται