Knights
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- οὗτος οὐ δύναται μαθεῖν
- ἢν μὴ Δωροδοκιστί.
- ἰδοὺ θέασαι, κοὐχ ἅπαντας ἐκφέρω.
- οἴμʼ ὡς χεσείω, κοὐχ ἅπαντας ἐκφέρω.
- ταυτὶ τί ἔστι;
- λόγια.
- πάντʼ;
- ἐθαύμασας;
- καὶ νὴ Δίʼ ἔτι γέ μοὔστι κιβωτὸς πλέα.
- ἐμοὶ δʼ ὑπερῷον καὶ ξυνοικία δύο.
- φέρʼ ἴδω, τίνος γάρ εἰσιν οἱ χρησμοί ποτε;
- οὑμοὶ μέν εἰσι Βάκιδος.
- οἱ δὲ σοὶ τίνος;
- Γλάνιδος, ἀδελφοῦ τοῦ Βάκιδος γεραιτέρου.
- εἰσὶν δὲ περὶ τοῦ;
- περὶ Ἀθηνῶν, περὶ Πύλου,
- περὶ σοῦ, περὶ ἐμοῦ, περὶ ἁπάντων πραγμάτων.
- οἱ σοὶ δὲ περὶ τοῦ;
- περὶ Ἀθηνῶν, περὶ φακῆς,
- περὶ Λακεδαιμονίων, περὶ σκόμβρων νέων,