Knights

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. περὶ τῶν μετρούντων τἄλφιτʼ ἐν ἀγορᾷ κακῶς,
  2. περὶ σοῦ, περὶ ἐμοῦ, περὶ ἁπάντων πραγμάτων.
Δῆμος
  1. ἄγε νυν ὅπως αὐτοὺς ἀναγνώσεσθέ μοι,
  2. καὶ τὸν περὶ ἐμοῦ ʼκεῖνον ᾧπερ ἥδομαι,
  3. ὡς ἐν νεφέλαισιν αἰετὸς γενήσομαι.
Κλέων
  1. ἄκουε δή νυν καὶ πρόσεχε τὸν νοῦν ἐμοί.
  2. φράζευ Ἐρεχθεΐδη λογίων ὁδόν, ἥν σοι Ἀπόλλων
  3. ἴαχεν ἐξ ἀδύτοιο διὰ τριπόδων ἐριτίμων.
  4. σῴζεσθαί σʼ ἐκέλευσʼ ἱερὸν κύνα καρχαρόδοντα,
  5. ὃς πρὸ σέθεν λάσκων καὶ ὑπὲρ σοῦ δεινὰ κεκραγὼς
  6. σοὶ μισθὸν ποριεῖ, κἂν μὴ δρᾷ ταῦτʼ ἀπολεῖται.
  7. πολλοὶ γὰρ μίσει σφε κατακρώζουσι κολοιοί.
Δῆμος
  1. ταυτὶ μὰ τὴν Δήμητρʼ ἐγὼ οὐκ οἶδʼ ὅ τι λέγει.
  2. τί γάρ ἐστʼ Ἐρεχθεῖ καὶ κολοιοῖς καὶ κυνί;
Κλέων
  1. ἐγὼ μέν εἰμʼ ὁ κύων· πρὸ σοῦ γὰρ ἀπύω·
  2. σοὶ δʼ εἶπε σῴζεσθαί μʼ ὁ Φοῖβος τὸν κύνα.
Ἀλλαντοπώλης
  1. οὐ τοῦτό φησʼ ὁ χρησμός, ἀλλʼ ὁ κύων ὁδὶ
  2. ὥσπερ θύρας σοῦ τῶν λογίων παρεσθίει.
  3. ἐμοὶ γάρ ἐστʼ ὀρθῶς περὶ τούτου τοῦ κυνός.
Δῆμος
  1. λέγε νυν· ἐγὼ δὲ πρῶτα λήψομαι λίθον,