Knights
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- τοῖσι δεῦρʼ ἀφικνουμένοις,
- ἢν Κλέων ἀπόληται.
- καίτοι πρεσβυτέρων τινῶν
- οἵων ἀργαλεωτάτων
- ἐν τῷ δείγματι τῶν δικῶν
- ἤκουσʼ ἀντιλεγόντων,
- ὡς εἰ μὴ ʼγένεθʼ οὗτος ἐν
- τῇ πόλει μέγας, οὐκ ἂν ἤστην
- σκεύη δύο χρησίμω,
- δοῖδυξ οὐδὲ τορύνη.
- ἀλλὰ καὶ τόδʼ ἔγωγε θαυμάζω
- τῆς ὑομουσίας
- αὐτοῦ· φασὶ γὰρ αὐτὸν οἱ
- παῖδες οἳ ξυνεφοίτων,
- τὴν Δωριστὶ μόνην ἂν ἁρμόττεσθαι
- θαμὰ τὴν λύραν,
- ἄλλην δʼ οὐκ ἐθέλειν μαθεῖν·
- κᾆτα τὸν κιθαριστὴν
- ὀργισθέντʼ ἀπάγειν κελεύειν,
- ὡς ἁρμονίαν ὁ παῖς