Knights
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- παρʼ ἐμοῦ δὲ τουτονὶ λαβὼν ταμίευέ μοι.
- μὴ δῆτά πώ γʼ ὦ δέσποτʼ, ἀντιβολῶ σʼ ἐγώ,
- πρὶν ἄν γε τῶν χρησμῶν ἀκούσῃς τῶν ἐμῶν.
- καὶ τῶν ἐμῶν νυν.
- ἀλλʼ ἐὰν τούτῳ πίθῃ,
- μολγὸν γενέσθαι δεῖ σε.
- κἄν γε τουτῳί,
- ψωλὸν γενέσθαι δεῖ σε μέχρι τοῦ μυρρίνου.
- ἀλλʼ οἵ γʼ ἐμοὶ λέγουσιν ὡς ἄρξαι σε δεῖ
- χώρας ἁπάσης ἐστεφανωμένον ῥόδοις.
- οὑμοὶ δέ γʼ αὖ λέγουσιν ὡς ἁλουργίδα
- ἔχων κατάπαστον καὶ στεφάνην ἐφʼ ἅρματος
- χρυσοῦ διώξει Σμικύθην καὶ κύριον.
- καὶ μὴν ἔνεγκʼ αὐτοὺς ἰών, ἵνʼ οὑτοσὶ
- αὐτῶν ἀκούσῃ.
- πάνυ γε. καὶ σύ νυν φέρε.
- ἰδού.
- ἰδοὺ νὴ τὸν Δίʼ· οὐδὲν κωλύει.
- ἥδιστον φάος ἡμέρας
- ἔσται τοῖσι παροῦσι καὶ