Knights

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ἀγαθὸς πολίτης, οἶος οὐδείς πω χρόνου
  2. ἀνὴρ γεγένηται τοῖσι πολλοῖς τοὐβολοῦ.
  3. σὺ δʼ ὦ Παφλαγὼν φάσκων φιλεῖν μʼ ἐσκορόδισας.
  4. καὶ νῦν ἀπόδος τὸν δακτύλιον, ὡς οὐκέτι
  5. ἐμοὶ ταμιεύσεις.
Κλέων
  1. ἔχε· τοσοῦτον δʼ ἴσθʼ ὅτι,
  2. εἰ μή μʼ ἐάσεις ἐπιτροπεύειν, ἕτερος αὖ
  3. ἐμοῦ πανουργότερός τις ἀναφανήσεται.
Δῆμος
  1. οὐκ ἔσθʼ ὅπως ὁ δακτύλιός ἐσθʼ οὑτοσὶ
  2. οὑμός· τὸ γοῦν σημεῖον ἕτερον φαίνεται,
  3. ἀλλʼ ἢ οὐ καθορῶ.
Ἀλλαντοπώλης
  1. φέρʼ ἴδω τί σοι σημεῖον ἦν;
Δῆμος
  1. δημοῦ βοείου θρῖον ἐξωπτημένον.
Ἀλλαντοπώλης
  1. οὐ τοῦτʼ ἔνεστιν.
Δῆμος
  1. οὐ τὸ θρῖον; ἀλλὰ τί;
Ἀλλαντοπώλης
  1. λάρος κεχηνὼς ἐπὶ πέτρας δημηγορῶν.
Δῆμος
  1. αἰβοῖ τάλας.
Ἀλλαντοπώλης
  1. τί ἔστιν;
Δῆμος
  1. ἀπόφερʼ ἐκποδών.
  2. οὐ τὸν ἐμὸν εἶχεν ἀλλὰ τὸν Κλεωνύμου.