Knights
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- δώσεις ἐμοὶ καλὴν δίκην
- ἰπούμενος ταῖς ἐσφοραῖς.
- ἐγὼ γὰρ ἐς τοὺς πλουσίους
- σπεύσω σʼ ὅπως ἂν ἐγγραφῇς.
- ἐγὼ δʼ ἀπειλήσω μὲν οὐδέν,
- εὔχομαι δέ σοι ταδί·
- τὸ μὲν τάγηνον τευθίδων
- ἐφεστάναι σίζον· σὲ δὲ
- γνώμην ἐρεῖν μέλλοντα περὶ
- Μιλησίων καὶ κερδανεῖν
- τάλαντον, ἢν κατεργάσῃ,
- σπεύδειν ὅπως τῶν τευθίδων
- ἐμπλήμενος φθαίης ἔτʼ εἰς
- ἐκκλησίαν ἐλθών· ἔπειτα
- πρὶν φαγεῖν ἀνὴρ μεθήκοι,
- καὶ σὺ τὸ τάλαντον λαβεῖν
- βουλόμενος ἐσθίων
- ἐναποπνιγείης.
- εὖ γε νὴ τὸν Δία καὶ τὸν Ἀπόλλω καὶ τὴν Δήμητρα.
- κἀμοὶ δοκεῖ· καὶ τἄλλα γʼ εἶναι καταφανῶς