Knights
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ἀλλʼ οὐχὶ νικήσεις. ἐγὼ γάρ φημί σοι παρέξειν
- ὦ Δῆμε μηδὲν δρῶντι μισθοῦ τρύβλιον ῥοφῆσαι.
- ἐγὼ δὲ κυλίχνιόν γέ σοι καὶ φάρμακον δίδωμι
- τἀν τοῖσιν ἀντικνημίοις ἑλκύδρια περιαλείφειν.
- ἐγὼ δὲ τὰς πολιάς γέ σοὐκλέγων νέον ποιήσω.
- ἰδοὺ δέχου κέρκον λαγῶ τὠφθαλμιδίω περιψῆν.
- ἀπομυξάμενος ὦ Δῆμέ μου πρὸς τὴν κεφαλὴν ἀποψῶ.
- ἐμοῦ μὲν οὖν.
- ἐμοῦ μὲν οὖν.
- ἐγώ σε ποιήσω τριηραρχεῖν
- ἀναλίσκοντα τῶν
- σαυτοῦ, παλαιὰν ναῦν ἔχοντʼ,
- εἰς ἣν ἀναλῶν οὐκ ἐφέξεις
- οὐδὲ ναυπηγούμενος·
- διαμηχανήσομαί θʼ ὅπως
- ἂν ἱστίον σαπρὸν λάβῃς.
- ἁνὴρ παφλάζει, παῦε παῦʼ,
- ὑπερζέων· ὑφελκτέον
- τῶν δᾳδίων ἀπαρυστέον
- τε τῶν ἀπειλῶν ταυτῃί.