Knights

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. οὐ μεῖζον εἶναι φαίνετʼ ἐξεύρημα τοῦ χιτῶνος.
Κλέων
  1. οἴμοι τάλας οἵοις πιθηκισμοῖς με περιελαύνεις.
Ἀλλαντοπώλης
  1. οὔκ, ἀλλʼ ὅπερ πίνων ἀνὴρ πέπονθʼ ὅταν χεσείῃ,
  2. τοῖσιν τρόποις τοῖς σοῖσιν ὥσπερ βλαυτίοισι χρῶμαι.
Κλέων
  1. ἀλλʼ οὐχ ὑπερβαλεῖ με θωπείαις· ἐγὼ γὰρ αὐτὸν
  2. προσαμφιῶ τοδί· σὺ δʼ οἴμωζʼ ὦ πόνηρʼ.
Δῆμος
  1. ἰαιβοῖ.
  2. οὐκ ἐς κόρακας ἀποφθερεῖ βύρσης κάκιστον ὄζων;
Ἀλλαντοπώλης
  1. καὶ τοῦτό γʼ ἐπίτηδές σε περιήμπεσχʼ, ἵνα σʼ ἀποπνίξῃ·
  2. καὶ πρότερον ἐπεβούλευσέ σοι. τὸν καυλὸν οἶσθʼ ἐκεῖνον
  3. τοῦ σιλφίου τὸν ἄξιον γενόμενον;
Δῆμος
  1. οἶδα μέντοι.
Ἀλλαντοπώλης
  1. ἐπίτηδες οὗτος αὐτὸν ἔσπευδʼ ἄξιον γενέσθαι,
  2. ἵνʼ ἐσθίοιτʼ ὠνούμενοι, κἄπειτʼ ἐν ἡλιαίᾳ
  3. βδέοντες ἀλλήλους ἀποκτείνειαν οἱ δικασταί.
Δῆμος
  1. νὴ τὸν Ποσειδῶ καὶ πρὸς ἐμὲ τοῦτʼ εἶπʼ ἀνὴρ Κόπρειος.
Ἀλλαντοπώλης
  1. οὐ γὰρ τόθʼ ὑμεῖς βδεόμενοι δήπου ʼγένεσθε πυρροί;
Δῆμος
  1. καὶ νὴ Δίʼ ἦν γε τοῦτο Πυρράνδρου τὸ μηχάνημα.
Κλέων
  1. οἵοισί μʼ ὦ πανοῦργε βωμολοχεύμασιν ταράττεις.
Ἀλλαντοπώλης
  1. ἡ γὰρ θεός μʼ ἐκέλευσε νικῆσαί σʼ ἀλαζονείαις.