Knights
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- αἱροῦσι· καὶ σὺ λαμβάνεις, ἢν τὴν πόλιν ταράττῃς.
- ἓν δʼ εἰπέ μοι τοσουτονί· σκύτη τοσαῦτα πωλῶν
- ἔδωκας ἤδη τουτῳὶ κάττυμα παρὰ σεαυτοῦ
- ταῖς ἐμβάσιν φάσκων φιλεῖν;
- οὐ δῆτα μὰ τὸν Ἀπόλλω.
- ἔγνωκας οὖν δῆτʼ αὐτὸν οἷός ἐστιν; ἀλλʼ ἐγώ σοι
- ζεῦγος πριάμενος ἐμβάδων τουτὶ φορεῖν δίδωμι.
- κρίνω σʼ ὅσων ἐγᾦδα περὶ τὸν δῆμον ἄνδρʼ ἄριστον
- εὐνούστατόν τε τῇ πόλει καὶ τοῖσι δακτύλοισιν.
- οὐ δεινὸν οὖν δῆτʼ ἐμβάδας τοσουτονὶ δύνασθαι,
- ἐμοῦ δὲ μὴ μνείαν ἔχειν ὅσων πέπονθας; ὅστις
- ἔπαυσα τοὺς βινουμένους, τὸν Γρύττον ἐξαλείψας.
- οὔκουν σε δῆτα ταῦτα δεινόν ἐστι πρωκτοτηρεῖν
- παῦσαί τε τοὺς βινουμένους; κοὐκ ἔσθʼ ὅπως ἐκείνους
- οὐχὶ φθονῶν ἔπαυσας, ἵνα μὴ ῥήτορες γένωνται.
- τονδὶ δʼ ὁρῶν ἄνευ χιτῶνος ὄντα τηλικοῦτον
- οὐπώποτʼ ἀμφιμασχάλου τὸν Δῆμον ἠξίωσας
- χειμῶνος ὄντος· ἀλλʼ ἐγώ σοι τουτονὶ δίδωμι.
- τοιουτονὶ Θεμιστοκλῆς οὐπώποτʼ ἐπενόησεν.
- καίτοι σοφὸν κἀκεῖνʼ ὁ Πειραιεύς· ἔμοιγε μέντοι