Knights

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ἰδού γʼ ἄκρατον. περὶ πότου γοῦν ἐστί σοι;
  2. πῶς δʼ ἂν μεθύων χρηστόν τι βουλεύσαιτʼ ἀνήρ;
Δημοσθένης
  1. ἄληθες οὗτος; κρουνοχυτρολήραιον εἶ.
  2. οἶνον σὺ τολμᾷς εἰς ἐπίνοιαν λοιδορεῖν;
  3. οἴνου γὰρ εὕροις ἄν τι πρακτικώτερον;
  4. ὁρᾷς, ὅταν πίνωσιν ἄνθρωποι τότε
  5. πλουτοῦσι διαπράττουσι νικῶσιν δίκας
  6. εὐδαιμονοῦσιν ὠφελοῦσι τοὺς φίλους.
  7. ἀλλʼ ἐξένεγκέ μοι ταχέως οἴνου χοᾶ,
  8. τὸν νοῦν ἵνʼ ἄρδω καὶ λέγω τι δεξιόν.
Νικίας
  1. οἴμοι τί ποθʼ ἡμᾶς ἐργάσει τῷ σῷ πότῳ;
Δημοσθένης
  1. ἀγάθʼ· ἀλλʼ ἔνεγκʼ· ἐγὼ δὲ κατακλινήσομαι.
  2. ἢν γὰρ μεθυσθῶ, πάντα ταυτὶ καταπάσω
  3. βουλευματίων καὶ γνωμιδίων καὶ νοιδίων.
Νικίας
  1. ὡς εὐτυχῶς ὅτι οὐκ ἐλήφθην ἔνδοθεν
  2. κλέπτων τὸν οἶνον.
Δημοσθένης
  1. εἰπέ μοι Παφλαγὼν τί δρᾷ;
Νικίας
  1. ἐπίπαστα λείξας δημιόπραθʼ ὁ βάσκανος
  2. ῥέγκει μεθύων ἐν ταῖσι βύρσαις ὕπτιος.
Δημοσθένης
  1. ἴθι νυν ἄκρατον ἐγκάναξόν μοι πολὺν