Knights
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- εἰ μή μʼ ἀναπείσετʼ, ἀποθανεῖσθε τήμερον.
- ἡμεῖς δὲ δίδομεν· εἰ δὲ μή, πατούμενοι
- ὑπὸ τοῦ γέροντος ὀκταπλάσιον χέζομεν.
- νῦν οὖν ἀνύσαντε φροντίσωμεν ὦγαθέ,
- ποίαν ὁδὸν νὼ τρεπτέον καὶ πρὸς τίνα.
- κράτιστʼ ἐκείνην τὴν μόλωμεν ὦγαθέ.
- ἀλλʼ οὐχ οἷόν τε τὸν Παφλαγόνʼ οὐδὲν λαθεῖν·
- ἐφορᾷ γὰρ οὗτος πάντʼ. ἔχει γὰρ τὸ σκέλος
- τὸ μὲν ἐν Πύλῳ, τὸ δʼ ἓτερον ἐν τἠκκλησίᾳ.
- τοσόνδε δʼ αὐτοῦ βῆμα διαβεβηκότος
- ὁ πρωκτός ἐστιν αὐτόχρημʼ ἐν Χάοσιν,
- τὼ χεῖρʼ ἐν Αἰτωλοῖς, ὁ νοῦς δʼ ἐν Κλωπιδῶν.
- κράτιστον οὖν νῷν ἀποθανεῖν.
- ἀλλὰ σκόπει,
- ὅπως ἂν ἀποθάνοιμεν ἀνδρικώτατα.
- πῶς δῆτα πῶς γένοιτʼ ἂν ἀνδρικώτατα;
- βέλτιστον ἡμῖν αἷμα ταύρειον πιεῖν.
- ὁ Θεμιστοκλέους γὰρ θάνατος αἱρετώτερος.
- μὰ Δίʼ ἀλλʼ ἄκρατον οἶνον ἀγαθοῦ δαίμονος.
- ἴσως γὰρ ἂν χρηστόν τι βουλευσαίμεθα.