Knights

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. σπονδήν.
Νικίας
  1. λαβὲ δὴ καὶ σπεῖσον ἀγαθοῦ δαίμονος.
Δημοσθένης
  1. ἕλχʼ ἕλκε τὴν τοῦ δαίμονος τοῦ Πραμνίου.
  2. ὦ δαῖμον ἀγαθὲ σὸν τὸ βούλευμʼ, οὐκ ἐμόν.
Νικίας
  1. εἴπʼ, ἀντιβολῶ, τί ἔστι;
Δημοσθένης
  1. τοὺς χρησμοὺς ταχὺ
  2. κλέψας ἔνεγκε τοῦ Παφλαγόνος ἔνδοθεν,
  3. ἕως καθεύδει.
Νικίας
  1. ταῦτʼ. ἀτὰρ τοῦ δαίμονος
  2. δέδοιχʼ ὅπως μὴ τεύξομαι κακοδαίμονος.
Δημοσθένης
  1. φέρε νυν ἐγὼ μʼ αὐτῷ προσαγάγω τὸν χοᾶ.
  2. τὸν νοῦν ἵνʼ ἄρδω καὶ λέγω τι δεξιόν.
Νικίας
  1. ὡς μεγάλʼ ὁ Παφλαγὼν πέρδεται καὶ ῥέγκεται,
  2. ὥστʼ ἔλαθον αὐτὸν τὸν ἱερὸν χρησμὸν λαβών,
  3. ὅνπερ μάλιστʼ ἐφύλαττεν.
Δημοσθένης
  1. ὦ σοφώτατε.
  2. φέρʼ αὐτὸν ἵνʼ ἀναγνῶ· σὺ δʼ ἔγχεον πιεῖν
  3. ἀνύσας τι. φέρʼ ἴδω τί ἄρʼ ἔνεστιν αὐτόθι.
  4. ὦ λόγια. δός μοι δὸς τὸ ποτήριον ταχύ.
Νικίας
  1. ἰδού. τί φησʼ ὁ χρησμός;