Knights
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ἐπίσχες ἐν ταῖς ἀσπίσιν· λαβὴν γὰρ ἐνδέδωκας.
- οὐ γάρ σʼ ἐχρῆν, εἴπερ φιλεῖς τὸν δῆμον, ἐκ προνοίας
- ταύτας ἐᾶν αὐτοῖσι τοῖς πόρπαξιν ἀνατεθῆναι.
- ἀλλʼ ἐστὶ τοῦτʼ ὦ Δῆμε μηχάνημʼ, ἵνʼ ἢν σὺ βούλῃ
- τὸν ἄνδρα κολάσαι τουτονί, σοὶ τοῦτο μὴ κʼγένηται.
- ὁρᾷς γὰρ αὐτῷ στῖφος οἷόν ἐστι βυρσοπωλῶν
- νεανιῶν· τούτους δὲ περιοικοῦσι μελιτοπῶλαι
- καὶ τυροπῶλαι· τοῦτο δʼ εἰς ἕν ἐστι συγκεκυφός,
- ὥστʼ εἰ σὺ βριμήσαιο καὶ βλέψειας ὀστρακίνδα,
- νύκτωρ καθαρπάσαντες ἂν τὰς ἀσπίδας θέοντες
- τὰς ἐσβολὰς τῶν ἀλφίτων ἂν καταλάβοιεν ἡμῶν.
- οἴμοι τάλας· ἔχουσι γὰρ πόρπακας; ὦ πόνηρε
- ὅσον με παρεκόπτου χρόνον τοιαῦτα κρουσιδημῶν.
- ὦ δαιμόνιε μὴ τοῦ λέγοντος ἴσθι, μηδʼ οἰηθῇς
- ἐμοῦ ποθʼ εὑρήσειν φίλον βελτίονʼ· ὅστις εἷς ὢν
- ἔπαυσα τοὺς ξυνωμότας, καί μʼ οὐ λέληθεν οὐδὲν
- ἐν τῇ πόλει ξυνιστάμενον, ἀλλʼ εὐθέως κέκραγα.
- ὅπερ γὰρ οἱ τὰς ἐγχέλεις θηρώμενοι πέπονθας.
- ὅταν μὲν ἡ λίμνη καταστῇ, λαμβάνουσιν οὐδέν·
- ἐὰν δʼ ἄνω τε καὶ κάτω τὸν βόρβορον κυκῶσιν,