Knights
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- μυστιλᾶται τῶν δημοσίων.
- οὐ χαιρήσεις, ἀλλά σε κλέπτονθʼ
- αἱρήσω γʼὼ τρεῖς μυριάδας.
- τί θαλαττοκοπεῖς καὶ πλατυγίζεις,
- μιαρώτατος ὢν περὶ τὸν δῆμον
- τὸν Ἀθηναίων; καί σʼ ἐπιδείξω
- νὴ τὴν Δήμητρʼ, ἢ μὴ ζῴην,
- δωροδοκήσαντʼ ἐκ Μυτιλήνης
- πλεῖν ἢ μνᾶς τετταράκοντα.
- ὦ πᾶσιν ἀνθρώποις φανεὶς μέγιστον ὠφέλημα,
- ζηλῶ σε τῆς εὐγλωττίας. εἰ γὰρ ὧδʼ ἐποίσεις,
- μέγιστος Ἑλλήνων ἔσει, καὶ μόνος καθέξεις
- τἀν τῇ πόλει τῶν ξυμμάχων τʼ ἄρξεις ἔχων τρίαιναν,
- ᾗ πολλὰ χρήματʼ ἐργάσει σείων τε καὶ ταράττων.
- καὶ μὴ μεθῇς τὸν ἄνδρʼ, ἐπειδή σοι λαβὴν δέδωκεν·
- κατεργάσει γὰρ ῥᾳδίως πλευρὰς ἔχων τοιαύτας.
- οὐκ ὦγαθοὶ ταῦτʼ ἐστί πω ταύτῃ μὰ τὸν Ποσειδῶ.
- ἐμοὶ γάρ ἐστʼ εἰργασμένον τοιοῦτον ἔργον ὥστε
- ἁπαξάπαντας τοὺς ἐμοὺς ἐχθροὺς ἐπιστομίζειν,
- ἕως ἂν ᾖ τῶν ἀσπίδων τῶν ἐκ Πύλου τι λοιπόν.