Knights

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. εἶθʼ ἥξει σοι δριμὺς ἄγροικος κατὰ σοῦ τὴν ψῆφον ἰχνεύων.
  2. ἃ σὺ γιγνώσκων τόνδʼ ἐξαπατᾷς καὶ ὀνειροπολεῖς περὶ σαυτοῦ.
Κλέων
  1. οὔκουν δεινὸν ταυτί σε λέγειν δῆτʼ ἔστʼ ἐμὲ καὶ διαβάλλειν
  2. πρὸς Ἀθηναίους καὶ τὸν δῆμον, πεποιηκότα πλείονα χρηστὰ
  3. νὴ τὴν Δήμητρα Θεμιστοκλέους πολλῷ περὶ τὴν πόλιν ἤδη;
Ἀλλαντοπώλης
  1. ὦ πόλις Ἄργους κλύεθʼ οἷα λέγει. σὺ Θεμιστοκλεῖ ἀντιφερίζεις;
  2. ὃς ἐποίησεν τὴν πόλιν ἡμῶν μεστὴν εὑρὼν ἐπιχειλῆ,
  3. καὶ πρὸς τούτοις ἀριστώσῃ τὸν Πειραιᾶ προσέμαξεν,
  4. ἀφελών τʼ οὐδὲν τῶν ἀρχαίων ἰχθῦς καινοὺς παρέθηκεν·
  5. σὺ δʼ Ἀθηναίους ἐζήτησας μικροπολίτας ἀποφῆναι
  6. διατειχίζων καὶ χρησμῳδῶν, ὁ Θεμιστοκλεῖ ἀντιφερίζων.
  7. κἀκεῖνος μὲν φεύγει τὴν γῆν σὺ δʼ Ἀχιλλείων ἀπομάττει.
Κλέων
  1. οὔκουν ταυτὶ δεινὸν ἀκούειν ὦ Δῆμʼ ἐστίν μʼ ὑπὸ τούτου,
  2. ὁτιή σε φιλῶ;
Δῆμος
  1. παὖ ὦ οὗτος, καὶ μὴ σκέρβολλε πονηρά.
  2. πολλοῦ δὲ πολύν με χρόνον καὶ νῦν ἐλελήθης ἐγκρυφιάζων.
Ἀλλαντοπώλης
  1. μιαρώτατος, ὦ Δημακίδιον, καὶ πλεῖστα πανοῦργα δεδρακώς,
Ἀλλαντοπώλης
  1. ὁπόταν χασμᾷ, καὶ τοὺς καυλοὺς
  2. τῶν εὐθυνῶν ἐκκαυλίζων
  3. καταβροχθίζει, κἀμφοῖν χειροῖν