Knights

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ὡς ἀπὸ μικρῶν εὔνους αὐτῷ θωπευματίων γεγένησαι.
Ἀλλαντοπώλης
  1. καὶ σὺ γὰρ αὐτὸν πολὺ μικροτέροις τούτων δελεάσμασιν εἷλες.
Κλέων
  1. καὶ μὴν εἴ πού τις ἀνὴρ ἐφάνη τῷ δήμῳ μᾶλλον ἀμύνων
  2. ἢ μᾶλλον ἐμοῦ σε φιλῶν, ἐθέλω περὶ τῆς κεφαλῆς περιδόσθαι.
Ἀλλαντοπώλης
  1. καὶ πῶς σὺ φιλεῖς, ὃς τοῦτον ὁρῶν οἰκοῦντʼ ἐν ταῖς φιδάκναισι
  2. καὶ γυπαρίοις καὶ πυργιδίοις ἔτος ὄγδοον οὐκ ἐλεαίρεις,
  3. ἀλλὰ καθείρξας αὐτὸν βλίττεις; Ἀρχεπτολέμου δὲ φέροντος
  4. τὴν εἰρήνην ἐξεσκέδασας, τὰς πρεσβείας τʼ ἀπελαύνεις
  5. ἐκ τῆς πόλεως ῥαθαπυγίζων, αἳ τὰς σπονδὰς προκαλοῦνται.
Κλέων
  1. ἵνα γʼ Ἑλλήνων ἄρξῃ πάντων. ἔστι γὰρ ἐν τοῖς λογίοισιν
  2. ὡς τοῦτον δεῖ ποτʼ ἐν Ἀρκαδίᾳ πεντώβολον ἡλιάσασθαι,
  3. ἢν ἀναμείνῃ· πάντως δʼ αὐτὸν θρέψω γʼὼ καὶ θεραπεύσω,
  4. ἐξευρίσκων εὖ καὶ μιαρῶς ὁπόθεν τὸ τριώβολον ἕξει.
Ἀλλαντοπώλης
  1. οὐχ ἵνα γʼ ἄρξῃ μὰ Δίʼ Ἀρκαδίας προνοούμενος, ἀλλʼ ἵνα μᾶλλον
  2. σὺ μὲν ἁρπάζῃς καὶ δωροδοκῇς παρὰ τῶν πόλεων, ὁ δὲ δῆμος
  3. ὑπὸ τοῦ πολέμου καὶ τῆς ὁμίχλης ἃ πανουργεῖς μὴ καθορᾷ σου,
  4. ἀλλʼ ὑπʼ ἀνάγκης ἅμα καὶ χρείας καὶ μισθοῦ πρός σε κεχήνῃ.
  5. ἢν δέ ποτʼ εἰς ἀγρὸν οὗτος ἀπελθὼν εἰρηναῖος διατρίψῃ,
  6. καὶ χῖδρα φαγὼν ἀναθαρρήσῃ καὶ στεμφύλῳ ἐς λόγον ἔλθῃ,
  7. γνώσεται οἵων ἀγαθῶν αὐτὸν τῇ μισθοφορᾷ παρεκόπτου·