Knights
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ἀπολοίμην καὶ διαπρισθείην κατατμηθείην τε λέπαδνα.
- κἄγωγʼ ὦ Δῆμʼ, εἰ μή σε φιλῶ καὶ μὴ στέργω, κατατμηθεὶς
- ἑψοίμην ἐν περικομματίοις· κεἰ μὴ τούτοισι πέποιθας,
- ἐπὶ ταυτησὶ κατακνησθείην ἐν μυττωτῷ μετὰ τυροῦ,
- καὶ τῇ κρεάγρᾳ τῶν ὀρχιπέδων ἑλκοίμην ἐς Κεραμεικόν.
- καὶ πῶς ἂν ἐμοῦ μᾶλλόν σε φιλῶν ὦ Δῆμε γένοιτο πολίτης;
- ὃς πρῶτα μὲν ἡνίκʼ ἐβούλευον σοὶ χρήματα πλεῖστʼ ἀπέδειξα
- ἐν τῷ κοινῷ, τοὺς μὲν στρεβλῶν τοὺς δʼ ἄγχων τοὺς δὲ μεταιτῶν,
- οὐ φροντίζων τῶν ἰδιωτῶν οὐδενός, εἰ σοὶ χαριοίμην.
- τοῦτο μὲν ὦ Δῆμʼ οὐδὲν σεμνόν· κἀγὼ γὰρ τοῦτό σε δράσω.
- ἁρπάζων γὰρ τοὺς ἄρτους σοι τοὺς ἀλλοτρίους παραθήσω.
- ὡς δʼ οὐχὶ φιλεῖ σʼ οὐδʼ ἔστʼ εὔνους, τοῦτʼ αὐτό σε πρῶτα διδάξω,
- ἀλλʼ ἢ διὰ τοῦτʼ αὔθʼ ὁτιή σου τῆς ἀνθρακιᾶς ἀπολαύει.
- σὲ γάρ, ὃς Μήδοισι διεξιφίσω περὶ τῆς χώρας Μαραθῶνι,
- καὶ νικήσας ἡμῖν μεγάλως ἐγγλωττοτυπεῖν παρέδωκας,
- ἐπὶ ταῖσι πέτραις οὐ φροντίζει σκληρῶς σε καθήμενον οὕτως,
- οὐχ ὥσπερ ἐγὼ ῥαψάμενός σοι τουτὶ φέρω. ἀλλʼ ἐπαναίρου,
- κᾆτα καθίζου μαλακῶς, ἵνα μὴ τρίβῃς τὴν ἐν Σαλαμῖνι.
- ἄνθρωπε τίς εἶ; μῶν ἔκγονος εἶ τῶν Ἁρμοδίου τις ἐκείνων;
- τοῦτό γέ τοί σου τοὔργον ἀληθῶς γενναῖον καὶ φιλόδημον.