Knights

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. εὐνούστερος, διάκρινον, ἵνα τοῦτον φιλῇς.
Ἀλλαντοπώλης
  1. ναὶ ναὶ διάκρινον δῆτα, πλὴν μὴ ʼν τῇ πυκνί.
Δῆμος
  1. οὐκ ἂν καθιζοίμην ἐν ἄλλῳ χωρίῳ.
  2. ἀλλʼ ἐς τὸ πρόσθε. χρὴ παρεῖνʼ ἐς τὴν πύκνα.
Ἀλλαντοπώλης
  1. οἴμοι κακοδαίμων ὡς ἀπόλωλʼ. ὁ γὰρ γέρων
  2. οἴκοι μὲν ἀνδρῶν ἐστι δεξιώτατος,
  3. ὅταν δʼ ἐπὶ ταυτησὶ καθῆται τῆς πέτρας,
  4. κέχηνεν ὥσπερ ἐμποδίζων ἰσχάδας.
Χορός
  1. νῦν δή σε πάντα δεῖ κάλων ἐξιέναι σεαυτοῦ,
  2. καὶ λῆμα θούριον φορεῖν καὶ λόγους ἀφύκτους
  3. ὅτοισι τόνδʼ ὑπερβαλεῖ. ποικίλος γὰρ ἁνὴρ
  4. κἀκ τῶν ἀμηχάνων πόρους εὐμήχανος πορίζειν.
  5. πρὸς ταῦθʼ ὅπως ἔξει πολὺς καὶ λαμπρὸς ἐς τὸν ἄνδρα.
Χορός
  1. ἀλλὰ φυλάττου καὶ πρὶν ἐκεῖνον προσκεῖσθαί σοι πρότερος σὺ
  2. τοὺς δελφῖνας μετεωρίζου καὶ τὴν ἄκατον παραβάλλου.
Κλέων
  1. τῇ μὲν δεσποίνῃ Ἀθηναίᾳ τῇ τῆς πόλεως μεδεούσῃ
  2. εὔχομαι, εἰ μὲν περὶ τὸν δῆμον τὸν Ἀθηναίων γεγένημαι
  3. βέλτιστος ἀνὴρ μετὰ Λυσικλέα καὶ Κύνναν καὶ Σαλαβακχώ,
  4. ὥσπερ νυνὶ μηδὲν δράσας δειπνεῖν ἐν πρυτανείῳ·
  5. εἰ δέ σε μισῶ καὶ μὴ περὶ σοῦ μάχομαι μόνος ἀντιβεβηκώς,