Knights

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ὑπὸ τουτουὶ καὶ τῶν νεανίσκων.
Δῆμος
  1. τιή;
Κλέων
  1. ὁτιὴ φιλῶ σʼ ὦ Δῆμʼ ἐραστής τʼ εἰμὶ σός.
Δῆμος
  1. σὺ δʼ εἶ τίς ἐτεόν;
Ἀλλαντοπώλης
  1. ἀντεραστὴς τουτουί,
  2. ἐρῶν πάλαι σου βουλόμενός τέ σʼ εὖ ποιεῖν,
  3. ἄλλοι τε πολλοὶ καὶ καλοί τε κἀγαθοί.
  4. ἀλλʼ οὐχ οἷοί τʼ ἐσμὲν διὰ τουτονί. σὺ γὰρ
  5. ὅμοιος εἶ τοῖς παισὶ τοῖς ἐρωμένοις·
  6. τοὺς μὲν καλούς τε κἀγαθοὺς οὐ προσδέχει,
  7. σαυτὸν δὲ λυχνοπώλαισι καὶ νευρορράφοις
  8. καὶ σκυτοτόμοις καὶ βυρσοπώλαισιν δίδως.
Κλέων
  1. εὖ γὰρ ποιῶ τὸν δῆμον.
Ἀλλαντοπώλης
  1. εἰπέ νυν τί δρῶν;
Κλέων
  1. ὅ τι; †τῶν στρατηγῶν ὑποδραμὼν τῶν ἐκ Πύλου, †
  2. πλεύσας ἐκεῖσε, τοὺς Λάκωνας ἤγαγον.
Ἀλλαντοπώλης
  1. ἐγὼ δὲ περιπατῶν γʼ ἀπʼ ἐργαστηρίου
  2. ἕψοντος ἑτερου τὴν χύτραν ὑφειλόμην.
Κλέων
  1. καὶ μὴν ποιήσας αὐτίκα μάλʼ ἐκκλησίαν
  2. ὦ Δῆμʼ ἵνʼ εἰδῇς ὁπότερος νῷν ἐστί σοι