Knights

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ἐπίσταμαι γὰρ αὐτὸν οἷς ψωμίζεται.
Ἀλλαντοπώλης
  1. κᾆθʼ ὥσπερ αἱ τίτθαι γε σιτίζεις κακῶς.
  2. μασώμενος γὰρ τῷ μὲν ὀλίγον ἐντίθης,
  3. αὐτὸς δʼ ἐκείνου τριπλάσιον κατέσπακας.
Κλέων
  1. καὶ νὴ Δίʼ ὑπό γε δεξιότητος τῆς ἐμῆς
  2. δύναμαι ποιεῖν τὸν δῆμον εὐρὺν καὶ στενόν.
Ἀλλαντοπώλης
  1. χὠ πρωκτὸς οὑμὸς τουτογὶ σοφίζεται.
Κλέων
  1. οὐκ ὦγάθʼ ἐν βουλῇ με δόξεις καθυβρίσαι.
  2. ἴωμεν ἐς τὸν δῆμον.
Ἀλλαντοπώλης
  1. οὐδὲν κωλύει·
  2. ἰδοὺ βάδιζε, μηδὲν ἡμᾶς ἰσχέτω.
Κλέων
  1. ὦ Δῆμε δεῦρʼ ἔξελθε.
Ἀλλαντοπώλης
  1. νὴ Δίʼ ὦ πάτερ
  2. ἔξελθε δῆτʼ.
Κλέων
  1. ὦ Δημίδιον ὦ φίλτατον
  2. ἔξελθʼ, ἵνʼ εἰδῇς οἷα περιυβρίζομαι.
Δῆμος
  1. τίνες οἱ βοῶντες; οὐκ ἄπιτʼ ἀπὸ τῆς θύρας;
  2. τὴν εἰρεσιώνην μου κατεσπαράξατε.
  3. τίς ὦ Παφλαγὼν ἀδικεῖ σε;
Κλέων
  1. διὰ σὲ τύπτομαι