Knights
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ψευδῶν ἐνείη, διαπέσοιμι πανταχῇ.
- ἥσθην ἀπειλαῖς, ἐγέλασα ψολοκομπίαις,
- ἀπεπυδάρισα μόθωνα, περιεκόκκασα.
- οὔτοι μὰ τὴν Δήμητρʼ, ἐὰν μή σʼ ἐκφάγω
- ἐκ τῆσδε τῆς γῆς, οὐδέποτε βιώσομαι.
- ἣν μὴ κʼφάγῃς; ἐγὼ δέ γʼ, ἢν μή σʼ ἐκπίω
- κἀπεκροφήσας αὐτὸς ἐπιδιαρραγῶ.
- ἀπολῶ σε νὴ τὴν προεδρίαν τὴν ἐκ Πύλου.
- ἰδοὺ προεδρίαν· οἷον ὅψομαί σʼ ἐγὼ
- ἐκ τῆς προεδρίας ἔσχατον θεώμενον.
- ἐν τῷ ξύλῳ δήσω σε νὴ τὸν οὐρανόν.
- ὡς ὀξύθυμος. φέρε τί σοι δῶ καταφαγεῖν;
- ἐπὶ τῷ φάγοις ἥδιστʼ ἄν; ἐπὶ βαλλαντίῳ;
- ἐξαρπάσομαί σου τοῖς ὄνυξι τἄντερα.
- ἀπονυχιῶ σου τἀν πρυτανείῳ σιτία.
- ἕλξω σε πρὸς τὸν δῆμον, ἵνα δῷς μοι δίκην.
- κἀγὼ δέ σʼ ἕλξω καὶ διαβαλῶ πλείονα.
- ἀλλʼ ὦ πόνηρε σοὶ μὲν οὐδὲν πείθεται·
- ἐγὼ δʼ ἐκείνου καταγελῶ γʼ ὅσον θέλω.
- ὡς σφόδρα σὺ τὸν δῆμον σεαυτοῦ νενόμικας.