Knights

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ἐγὼ δὲ τὰ κορίαννʼ ἐπριάμην ὑποδραμὼν
  2. ἅπαντα τά τε γήτεἰ ὅσʼ ἦν ἐν τἀγορᾷ·
  3. ἔπειτα ταῖς ἀφύαις ἐδίδουν ἡδύσματα
  4. ἀποροῦσιν αὐτοῖς προῖκα κἀχαριζόμην.
  5. οἱ δʼ ὑπερεπῄνουν ὑπερεπύππαζόν τέ με
  6. ἅπαντες οὕτως ὥστε τὴν βουλὴν ὅλην
  7. ὀβολοῦ κοριάννοις ἀναλαβὼν ἐλήλυθα.
Χορός
  1. πάντα τοι πέπραγας οἷα χρὴ τὸν εὐτυχοῦντα·
  2. ηὗρε δʼ ὁ πανοῦργος ἕτερον πολὺ πανουργίαις
  3. μείζοσι κεκασμένον
  4. καὶ δόλοισι ποικίλοις
  5. ῥήμασίν θʼ αἱμύλοις.
  6. ἀλλʼ ὅπως ἀγωνιεῖ φρόντιζε
  7. τἀπίλοιπʼ ἄριστα·
  8. συμμάχους δʼ ἡμᾶς ἔχων εὔνους
  9. ἐπίστασαι πάλαι.
Ἀλλαντοπώλης
  1. καὶ μὴν ὁ Παφλαγὼν οὑτοσὶ προσέρχεται,
  2. ὠθῶν κολόκυμα καὶ ταράττων καὶ κυκῶν,
  3. ὡς δὴ καταπιόμενός με. μορμὼ τοῦ θράσους.
Κλέων
  1. εἰ μή σʼ ἀπολέσαιμʼ, εἴ τι τῶν αὐτῶν ἐμοὶ