Knights
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ᾔκαλλʼ ἐθώπευʼ ἐκολάκευʼ ἐξηπάτα
- κοσκυλματίοις ἄκροισι τοιαυτὶ λέγων·
- ὦ Δῆμε λοῦσαι πρῶτον ἐκδικάσας μίαν,
- ἐνθοῦ ῥόφησον ἔντραγʼ ἔχε τριώβολον.
- βούλει παραθῶ σοι δόρπον; εἶτʼ ἀναρπάσας
- ὅ τι ἄν τις ἡμῶν σκευάσῃ, τῷ δεσπότῃ
- Παφλαγὼν κεχάρισται τοῦτο. καὶ πρώην γʼ ἐμοῦ
- μᾶζαν μεμαχότος ἐν Πύλῳ Λακωνικήν,
- πανουργότατά πως περιδραμὼν ὑφαρπάσας
- αὐτὸς παρέθηκε τὴν ὑπʼ ἐμοῦ μεμαγμένην,
- ἡμᾶς δʼ ἀπελαύνει κοὐκ ἐᾷ τὸν δεσπότην
- ἄλλον θεραπεύειν, ἀλλὰ βυρσίνην ἔχων
- δειπνοῦντος ἑστὼς ἀποσοβεῖ τοὺς ῥήτορας.
- ᾄδει δὲ χρησμούς· ὁ δὲ γέρων σιβυλλιᾷ.
- ὁ δʼ αὐτὸν ὡς ὁρᾷ μεμακκοακότα,
- τέχνην πεποίηται. τοὺς γὰρ ἔνδον ἄντικρυς
- ψευδῆ διαβάλλει· κᾆτα μαστιγούμεθα
- ἡμεῖς· Παφλαγὼν δὲ περιθέων τοὺς οἰκέτας
- αἰτεῖ ταράττει δωροδοκεῖ λέγων τάδε·
- ὁρᾶτε τὸν Ὕλαν διʼ ἐμὲ μαστιγούμενον;