Knights
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- εὐαγγέλια θύειν ἑκατὸν βοῦς τῇ θεῷ.
- ἐπένευσεν εἰς ἐκεῖνον ἡ βουλὴ πάλιν.
- κἄγωγʼ ὅτε δὴ γʼνων τοῖς βολίτοις ἡττημένος,
- διακοσίαισι βουσὶν ὑπερηκόντισα,
- τῇ δʼ Ἀγροτέρᾳ κατὰ χιλιῶν παρῄνεσα
- εὐχὴν ποιήσασθαι χιμάρων εἰς αὔριον,
- αἱ τριχίδες εἰ γενοίαθʼ ἑκατὸν τοὐβολοῦ.
- ἐκαραδόκησεν εἰς ἔμʼ ἡ βουλὴ πάλιν.
- ὁ δὲ ταῦτʼ ἀκούσας ἐκπλαγεὶς ἐφληνάφα.
- κᾆθʼ εἷλκον αὐτὸν οἱ πρυτάνεις χοἰ τοξόται.
- οἱ δʼ ἐθορύβουν περὶ τῶν ἀφύων ἑστηκότες·
- ὁ δʼ ἠντεβόλει γʼ αὐτοὺς ὀλίγον μεῖναι χρόνον,
- ἵνʼ ἅτθʼ ὁ κῆρυξ οὑκ Λακεδαίμονος λέγει
- πύθησθʼ, ἀφῖκται γὰρ περὶ σπονδῶν, λέγων.
- οἱ δʼ ἐξ ἑνὸς στόματος ἅπαντες ἀνέκραγον·
- νυνὶ περὶ σπονδῶν; ἐπειδή γʼ ὦ μέλε
- ᾔσθοντο τὰς ἀφύας παρʼ ἡμῖν ἀξίας.
- οὐ δεόμεθα σπονδῶν· ὁ πόλεμος ἑρπέτω.
- ἐκεκράγεσάν τε τοὺς πρυτάνεις ἀφιέναι·
- εἶθʼ ὑπερεπήδων τοὺς δρυφάκτους πανταχῇ.