Knights
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ἀγορά τʼ ἐν ᾗ παῖς ὢν ἐπαιδεύθην ἐγώ,
- νῦν μοι φράσος καὶ γλῶτταν εὔπορον δότε
- φωνήν τʼ ἀναιδῆ. ταῦτα φροντίζοντί μοι
- ἐκ δεξιᾶς ἀπέπαρδε καταπύγων ἀνήρ.
- κἀγὼ προσέκυσα· κᾆτα τῷ πρωκτῷ θενὼν
- τὴν κιγκλίδʼ ἐξήραξα κἀναχανὼν μέγα
- ἀνέκραγον· ὦ βουλὴ λόγους ἀγαθοὺς φέρων
- εὐαγγελίσασθαι πρῶτον ὑμῖν βούλομαι·
- ἐξ οὗ γὰρ ἡμῖν ὁ πόλεμος κατερράγη,
- οὐπώποτʼ ἀφύας εἶδον ἀξιωτέρας.
- τῶν δʼ εὐθέως τὰ πρόσωπα διεγαλήνισεν·
- εἶτʼ ἐστεφάνουν μʼ εὐαγγέλια· κἀγὼ φρασα
- αὐτοῖς ἀπόρρητον ποιησάμενος ταχύ,
- ἵνα τὰς ἀφύας ὠνοῖντο πολλὰς τοὐβολοῦ,
- τῶν δημιουργῶν ξυλλαβεῖν τὰ τρύβλια.
- οἱ δʼ ἀνεκρότησαν καὶ πρὸς ἔμʼ ἐκεχήνεσαν.
- ὁ δʼ ὑπονοήσας ὁ Παφλαγών, εἰδὼς ἄρα
- οἶς ἥδεθʼ ἡ βουλὴ μάλιστα ῥήμασιν,
- γνώμην ἔλεξεν· ἄνδρες, ἤδη μοι δοκεῖ
- ἐπὶ συμφοραῖς ἀγαθαῖσιν εἰσηγγελμέναις