Knights

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ὦ καλὰ λέγων πολὺ δʼ ἀμείνονʼ ἔτι τῶν λόγων
  2. ἐργασάμενʼ, εἴθʼ ἐπέλθοις
  3. ἅπαντά μοι σαφῶς·
  4. ὡς ἐγώ μοι δοκῶ
  5. κἂν μακρὰν ὁδὸν διελθεῖν
  6. ὥστʼ ἀκοῦσαι. πρὸς τάδʼ ὦ βέλτιστε
  7. θαρρήσας λέγʼ, ὡς, ἅπαντες
  8. ἡδόμεσθά σοι.
Ἀλλαντοπώλης
  1. καὶ μὴν ἀκοῦσαί γʼ ἄξιον τῶν πραγμάτων.
  2. εὐθὺς γὰρ αὐτοῦ κατόπιν ἐνθένδʼ ἱέμην·
  3. ὁ δʼ ἄρʼ ἔνδον ἐλασίβροντʼ ἀναρρηγνὺς ἔπη
  4. τερατευόμενος ἤρειδε κατὰ τῶν ἱππέων,
  5. κρημνοὺς †ἐρείδων† καὶ ξυνωμότας λέγων
  6. πιθανώταθʼ· ἡ βουλὴ δʼ ἅπασʼ ἀκροωμένη
  7. ἐγένεθʼ ὑπʼ αὐτοῦ ψευδατραφάξυος πλέα,
  8. κἄβλεψε νᾶπυ καὶ τὰ μέτωπʼ ἀνέσπασεν.
  9. κἄγωγʼ ὅτε δὴ γʼνων ἐνδεχομένην τοὺς λόγους
  10. καὶ τοῖς φενακισμοῖσιν ἐξαπατωμένην,
  11. ἄγε δὴ Σκίταλοι καὶ Φένακες, ἦν δʼ ἐγώ,
  12. Βερέσχεθοί τε καὶ Κόβαλοι καὶ Μόθων,