Knights

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ξυνδιήνεγκαν μεθʼ ἡμῶν, ἐσβολάς τε καὶ μάχας.
  2. ἀλλὰ τἀν τῇ μὲν αὐτῶν οὐκ ἄγαν θαυμάζομεν,
  3. ὡς ὅτʼ ἐς τὰς ἱππαγωγοὺς εἰσεπήδων ἀνδρικῶς,
  4. πριάμενοι κώθωνας, οἱ δὲ καὶ σκόροδα καὶ κρόμμυα·
  5. εἶτα τὰς κώπας λαβόντες ὥσπερ ἡμεῖς οἱ βροτοὶ
  6. ἐμβαλόντες ἀνεβρύαξαν, ἱππαπαῖ, τίς ἐμβαλεῖ;
  7. ληπτέον μᾶλλον. τί δρῶμεν; οὐκ ἐλᾷς ὦ σαμφόρα;
  8. ἐξεπήδων τʼ ἐς Κόρινθον· εἶτα δʼ οἱ νεώτεροι
  9. ταῖς ὁπλαῖς ὤρυττον εὐνὰς καὶ μετῇσαν στρώματα·
  10. ἤσθιον δὲ τοὺς παγούρους ἀντὶ ποίας Μηδικῆς,
  11. εἴ τις ἐξέρποι θύραζε κἀκ βυθοῦ θηρώμενοι·
  12. ὥστʼ ἔφη Θέωρος εἰπεῖν καρκίνον Κορίνθιον,
  13. δεινά γʼ ὦ Πόσειδον εἰ μήτʼ ἐν βυθῷ δυνήσομαι
  14. μήτε γῇ μήτʼ ἐν θαλάττῃ διαφυγεῖν τοὺς ἱππέας.
Χορός
  1. ὦ φίλτατʼ ἀνδρῶν καὶ νεανικώτατε.
  2. ὅσην ἀπὼν παρέσχες ἡμῖν φροντίδα·
  3. καὶ νῦν ἐπειδὴ σῶς ἐλήλυθας πάλιν,
  4. ἄγγειλον ἡμῖν πῶς τὸ πρᾶγμʼ ἠγωνίσω.
Ἀλλαντοπώλης
  1. τί δʼ ἄλλο γʼ εἰ μὴ Νικόβουλος ἐγενόμην;
Χορός
  1. νῦν ἄρʼ ἄξιόν γε πᾶσίν ἐστιν ἐπολολύξαι.