Knights
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- προῖκα γενναίως ἀμύνειν καὶ θεοῖς ἐγχωρίοις.
- καὶ πρὸς οὐκ αἰτοῦμεν οὐδὲν πλὴν τοσουτονὶ μόνον·
- ἤν ποτʼ εἰρήνη γένηται καὶ πόνων παυσώμεθα,
- μὴ φθονεῖθʼ ἡμῖν κομῶσι μηδʼ ἀπεστλεγγισμένοις.
- Ὦ πολιοῦχε Παλλάς, ὦ
- τῆς ἱερωτάτης ἁπασῶν
- πολέμῳ τε καὶ ποιηταῖς
- δυνάμει θʼ ὑπερφερούσης
- μεδέουσα χώρας,
- δεῦρʼ ἀφικοῦ λαβοῦσα τὴν
- ἐν στρατιαῖς τε καὶ μάχαις
- ἡμετέραν ξυνεργὸν
- Νίκην, ἣ χορικῶν ἐστιν ἑταίρα
- τοῖς τʼ ἐχθροῖσι μεθʼ ἡμῶν στασιάζει.
- νῦν οὖν δεῦρο φάνηθι· δεῖ
- γὰρ τοῖς ἀνδράσι τοῖσδε πάσῃ
- τέχνῃ πορίσαι σε νίκην
- εἴπερ ποτὲ καὶ νῦν.
- ἃ ξύνισμεν τοῖσιν ἵπποις, βουλόμεσθʼ ἐπαινέσαι.
- ἄξιοι δʼ εἴσʼ εὐλογεῖσθαι· πολλὰ γὰρ δὴ πάγματα