Knights
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- μειρακίων θʼ ἅμιλλα λαμπρυνομένων ἐν ἅρμασιν
- καὶ βαρυδαιμονούντων,
- δεῦρʼ ἔλθʼ ἐς χορὸν ὦ χρυσοτρίαινʼ ὦ
- δελφίνων μεδέων Σουνιάρατε,
- ὦ Γεραίστιε παῖ Κρόνου,
- Φαρμίωνί τε φίλτατʼ ἐκ
- τῶν ἄλλων τε θεῶν Ἀθηναίοις
- πρὸς τὸ παρεστός.
- εὐλογῆσαι βουλόμεσθα τοὺς πατέρας ἡμῶν, ὅτι
- ἄνδρες ἦσαν τῆσδε τῆς γῆς ἄξιοι καὶ τοῦ πέπλου,
- οἵτινες πεζαῖς μάχαισιν ἔν τε ναυφάρκτῳ στρατῷ
- πανταχοῦ νικῶντες ἀεὶ τήνδʼ ἐκόσμησαν πόλιν·
- οὐ γὰρ οὐδεὶς πώποτʼ αὐτῶν τοῦς ἐναντίους ἰδὼν
- ἠρίθμησεν, ἀλλʼ ὁ θυμὸς εὐθὺς ἦν Ἀμυνίας·
- εἰ δέ που πέσοιεν ἐς τὸν ὦμον ἐν μάχῃ τινί,
- τοῦτʼ ἀπεψήσαντʼ ἄν, εἶτʼ ἠρνοῦντο μὴ πεπτωκέναι,
- ἀλλὰ διεπάλαιον αὖθις. καὶ στρατηγὸς οὐδʼ ἂν εἷς
- τῶν πρὸ τοῦ σίτησιν ᾔτησʼ ἐρόμενος Κλεαίνετον·
- νῦν δʼ ἐὰν μὴ προεδρίαν φέρωσι καὶ τὰ σιτία,
- οὐ μαχεῖσθαί φασιν. ἡμεῖς δʼ ἀξιοῦμεν τῇ πόλει