Knights
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- καὶ μὴ ληρεῖν ἀλλὰ θεᾶσθαι λιπαρὸν παρὰ τῷ Διονύσῳ.
- οἵας δὲ Κράτης ὀργὰς ὑμῶν ἠνέσχετο καὶ στυφελιγμούς,
- ὃς ἀπὸ σμικρᾶς δαπάνης ὑμᾶς ἀριστίζων ἀπέπεμπεν,
- ἀπὸ κραμβοτάτου στόματος μάττων ἀστειοτάτας ἐπινοίας·
- χοὖτος μέντοι μόνος ἀντήρκει, τοτὲ μὲν πίπτων τοτὲ δʼ οὐχί.
- ταῦτʼ ὀρρωδῶν διέτριβεν ἀεί, καὶ πρὸς τούτοισιν ἔφασκεν
- ἐρέτην χρῆναι πρῶτα γενέσθαι πρὶν πηδαλίοις ἐπιχειρεῖν,
- κᾆτʼ ἐντεῦθεν πρῳρατεῦσαι καὶ τοὺς ἀνέμους διαθρῆσαι,
- κᾆτα κυβερνᾶν αὐτὸν ἑαυτῷ. τούτων οὖν οὕνεκα πάντων,
- ὅτι σωφρονικῶς κοὐκ ἀνοήτως ἐσπηδήσας ἐφλυάρει,
- αἴρεσθʼ αὐτῷ πολὺ τὸ ῥόθιον, παραπέμψατʼ ἐφʼ ἕνδεκα κώπαις
- θόρυβον χρηστὸν ληναΐτην,
- ἵνʼ ὁ ποιητὴς ἀπίῃ χαίρων
- κατὰ νοῦν πράξας,
- φαιδρὸς λάμποντι μετώπῳ.
- ἵππιʼ ἄναξ Πόσειδον, ᾧ
- χαλκοκρότων ἵππων κτύπος
- καὶ χρεμετισμὸς ἁνδάνει
- καὶ κυανέμβολοι θοαὶ
- μισθοφόροι τριήρεις,