Knights
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- κωμῳδοδιδασκαλίαν εἶναι χαλεπώτατον ἔργον ἁπάντων·
- πολλῶν γὰρ δὴ πειρασάντων αὐτὴν ὀλίγοις χαρίσασθαι·
- ὑμᾶς τε πάλαι διαγιγνώσκων ἐπετείους τὴν φύσιν ὄντας
- καὶ τοὺς προτέρους τῶν ποιητῶν ἅμα τῷ γήρᾳ προδιδόντας·
- τοῦτο μὲν εἰδὼς ἅπαθε Μάγνης ἅμα ταῖς πολιαῖς κατιούσαις,
- ὃς πλεῖστα χορῶν τῶν ἀντιπάλων νίκης ἔστησε τροπαῖα·
- πάσας δʼ ὑμῖν φωνὰς ἱεὶς καὶ ψάλλων καὶ πτερυγίζων
- καὶ λυδίζων καὶ ψηνίζων καὶ βαπτόμενος βατραχείοις
- οὐκ ἐξήρκεσεν, ἀλλὰ τελευτῶν ἐπὶ γήρως, οὐ γὰρ ἐφʼ ἥβης,
- ἐξεβλήθη πρεσβύτης ὤν, ὅτι τοῦ σκώπτειν ἀπελείφθη·
- εἶτα Κρατίνου μεμνημένος, ὃς πολλῷ ῥεύσας ποτʼ ἐπαίνῳ
- διὰ τῶν ἀφελῶν πεδίων ἔρρει, καὶ τῆς στάσεως παρασύρων
- ἐφόρει τὰς δρῦς καὶ τὰς πλατάνους καὶ τοὺς ἐχθροὺς προθελύμνους·
- ᾆσαι δʼ οὐκ ἦν ἐν ξυμποσίῳ πλὴν Δωροῖ συκοπέδιλε,
- καὶ τέκτονες εὐπαλάμων ὕμνων· οὕτως ἤνθησεν ἐκεῖνος.
- νυνὶ δʼ ὑμεῖς αὐτὸν ὁρῶντες παραληροῦντʼ οὐκ ἐλεεῖτε,
- ἐκπιπτουσῶν τῶν ἠλέκτρων καὶ τοῦ τόνου οὐκέτʼ ἐνόντος
- τῶν θʼ ἁρμονιῶν διαχασκουσῶν· ἀλλὰ γέρων ὢν περιέρρει,
- ὥσπερ Κοννᾶς, στέφανον μὲν ἔχων αὖον δίψῃ δʼ ἀπολωλώς,
- ὃν χρῆν διὰ τὰς προτέρας νίκας πίνειν ἐν τῷ πρυτανείῳ,