Knights
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- δάκνειν διαβάλλειν, τοὺς λόφους κατεσθίειν,
- χὤπως τὰ κάλλαἰ ἀποφαγὼν ἥξεις πάλιν.
- ἄλλʼ ἴθι χαίρων, καὶ πράξειας
- κατὰ νοῦν τὸν ἐμόν, καί σε φυλάττοι
- Ζεὺς ἀγοραῖος· καὶ νικήσας
- αὖθις ἐκεῖθεν πάλιν ὡς ἡμᾶς
- ἔλθοις στεφάνοις κατάπαστος.
- ὑμεῖς δʼ ἡμῖν προσέχετε τὸν νοῦν
- τοῖς ἀναπαίστοις,
- ὦ παντοίας ἤδη Μούσης
- πειραθέντες καθʼ ἑαυτούς.
- εἰ μέν τις ἀνὴρ τῶν ἀρχαίων κωμῳδοδιδάσκαλος ἡμᾶς
- ἠνάγκαζεν λέξοντας ἔπη πρὸς τὸ θέατρον παραβῆναι,
- οὐκ ἂν φαύλως ἔτυχεν τούτου· νῦν δʼ ἄξιός ἐσθʼ ὁ ποιητής,
- ὅτι τοὺς αὐτοὺς ἡμῖν μισεῖ τολμᾷ τε λέγειν τὰ δίκαια,
- καὶ γενναίως πρὸς τὸν τυφῶ χωρεῖ καὶ τὴν ἐριώλην.
- ἃ δὲ θαυμάζειν ὑμῶν φησιν πολλοὺς αὐτῷ προσιόντας
- καὶ βασανίζειν ὡς οὐχὶ πάλαι χορὸν αἰτοίη καθʼ ἑαυτόν,
- ἡμᾶς ὑμῖν ἐκέλευε φράσαι περὶ τούτου. φησὶ γὰρ ἁνὴρ
- οὐχ ὑπʼ ἀνοίας τοῦτο πεπονθὼς διατρίβειν, ἀλλὰ νομίζων