Knights

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. καὶ τἀκ Βοιωτῶν ταῦτα συντυρούμενα.
Ἀλλαντοπώλης
  1. πῶς οὖν ὁ τυρὸς ἐν Βοιωτοῖς ὤνιος;
Κλέων
  1. ἐγώ σε νὴ τὸν Ἡρακλέα παραστορῶ.
Χορός
  1. ἄγε δὴ σὺ τίνα νοῦν ἢ τίνα ψυχὴν ἔχεις;
  2. νυνί γε δείξεις, εἴπερ ἀπεκρύψω τότε
  3. ἐς τὼ κοχώνα τὸ κρέας, ὡς αὐτὸς λέγεις·
  4. θεύσει γὰρ ᾄξας ἐς τὸ βουλευτήριον,
  5. ὡς οὗτος ἐσπεσὼν ἐκεῖσε διαβαλεῖ
  6. ἡμᾶς ἅπαντας καὶ κράγον κεκράξεται.
Ἀλλαντοπώλης
  1. ἀλλʼ εἶμι· πρῶτον δʼ ὡς ἔχω τὰς κοιλίας
  2. καὶ τὰς μαχαίρας ἐνθαδὶ καταθήσομαι.
Δημοσθένης
  1. ἔχε νυν, ἄλειψον τὸν τράχηλον τουτῳί,
  2. ἵνʼ ἐξολισθάνειν δύνῃ τὰς διαβολάς.
Ἀλλαντοπώλης
  1. ἀλλʼ εὖ λέγεις καὶ παιδοτριβικῶς ταυταγί.
Δημοσθένης
  1. ἔχε νυν, ἐπέγκαψον λαβὼν ταδί.
Ἀλλαντοπώλης
  1. τί δαί;
Δημοσθένης
  1. ἵνʼ ἄμεινον ὦ τᾶν ἐσκοροδισμένος μάχῃ.
  2. καὶ σπεῦδε ταχέως.
Ἀλλαντοπώλης
  1. ταῦτα δρῶ.
Δημοσθένης
  1. μέμνησό νυν