Knights
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ὁτιὴ τὸ δέρμα δεφομένων ἀπέρχεται.
- κράτιστα τοίνυν τῶν παρόντων ἐστὶ νῷν,
- θεῶν ἰόντε προσπεσεῖν του πρὸς βρέτας.
- † ποῖον βρέτας †; ἐτεὸν ἡγεῖ γὰρ θεούς;
- ἔγωγε.
- ποίῳ χρώμενος τεκμηρίῳ;
- ὁτιὴ θεοῖσιν ἐχθρός εἰμʼ. οὐκ εἰκότως;
- εὖ προσβιβάζεις μʼ. ἀλλʼ ἑτέρᾳ πῃ σκεπτέον.
- βούλει τὸ πρᾶγμα τοῖς θεαταῖσιν φράσω;
- οὐ χεῖρον· ἓν δʼ αὐτοὺς παραιτησώμεθα,
- ἐπίδηλον ἡμῖν τοῖς προσώποισιν ποιεῖν,
- ἢν τοῖς ἔπεσι χαίρωσι καὶ τοῖς πράγμασιν.
- λέγοιμʼ ἂν ἤδη. νῷν γάρ ἐστι δεσπότης
- ἄγροικος ὀργὴν κυαμοτρὼξ ἀκράχολος,
- Δῆμος πυκνίτης, δύσκολον γερόντιον
- ὑπόκωφον. οὗτος τῇ προτέρᾳ νουμηνίᾳ
- ἐπρίατο δοῦλον, βυρσοδέψην Παφλαγόνα,
- πανουργότατον καὶ διαβολώτατόν τινα.
- οὗτος καταγνοὺς τοῦ γέροντος τοὺς τρόπους,
- ὁ βυρσοπαφλαγών, ὑποπεσὼν τὸν δεσπότην