Knights
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ὡς εὖ τὸν ἄνδρα ποικίλως θʼ ὑπῆλθες ἐν λόγοισιν.
- πῶς ἄν σʼ ἐπαινέσαιμεν οὕτως ὥσπερ ἡδόμεσθα;
- ταυτὶ μὰ τὴν Δήμητρά μʼ οὐκ ἐλάνθανεν
- τεκταινόμενα τὰ πράγματʼ, ἀλλʼ ἠπιστάμην
- γομφούμενʼ αὐτὰ πάντα καὶ κολλώμενα.
- οἴμοι σὺ δʼ οὐδὲν ἐξ ἁμαξουργοῦ λέγεις;
- οὔκουν μʼ ἐν Ἄργει γʼ οἷα πράττεις λανθάνει.
- πρόφασιν μὲν Ἀργείους φίλους ἡμῖν ποιεῖ,
- ἰδίᾳ δʼ ἐκεῖ Λακεδαιμονίοις ξυγγίγνεται.
- καὶ ταῦτʼ ἐφʼ οἷσίν ἐστι συμφυσώμενα
- ἐγᾦδʼ· ἐπὶ γὰρ τοῖς δεδεμένοις χαλκεύεται.
- εὖ γʼ εὖ γε, χάλκεὐ ἀντὶ τῶν κολλωμένων.
- καὶ ξυγκροτοῦσιν ἄνδρες αὔτʼ ἐκεῖθεν αὖ,
- καὶ ταῦτά μʼ οὔτʼ ἀργύριον οὔτε χρυσίον
- διδοὺς ἀναπείσεις οὔτε προσπέμπων φίλους,
- ὅπως ἐγὼ ταῦτʼ οὐκ Ἀθηναίοις φράσω.
- ἐγὼ μὲν οὖν αὐτίκα μάλʼ ἐς βουλὴν ἰὼν
- ὑμῶν ἁπάντων τὰς ξυνωμοσίας ἐρῶ,
- καὶ τὰς ξυνόδους τὰς νυκτερινὰς τὰς ἐν πόλει,
- καὶ πάνθʼ ἃ Μήδοις καὶ βασιλεῖ ξυνόμνυτε,