Knights

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ἑκατονταλάντους τέτταρας.
Ἀλλαντοπώλης
  1. σὺ δʼ ἀστρατείας γʼ εἴκοσιν,
  2. κλοπῆς δὲ πλεῖν ἢ χιλίας.
Κλέων
  1. ἐκ τῶν ἀλιτηρίων σέ φημι
  2. γεγονέναι τῶν τῆς θεοῦ.
Ἀλλαντοπώλης
  1. τὸν πάππον εἶναί φημί σου
  2. τῶν δορυφόρων —
Κλέων
  1. ποίων; φράσον.
Ἀλλαντοπώλης
  1. τῶν Βυρσίνης τῆς Ἱππίου.
Κλέων
  1. κόβαλος εἶ.
Ἀλλαντοπώλης
  1. πανοῦργος εἶ.
Χορός
  1. παῖʼ ἀνδρικῶς.
Κλέων
  1. ἰοὺ ἰού,
  2. τύπτουσί μʼ οἱ ξυνωμόται.
Χορός
  1. παῖʼ αὐτὸν ἀνδρειότατα, καὶ
  2. γάστριζε καὶ τοῖς ἐντέροις
  3. καὶ τοῖς κόλοις,
  4. χὤπως κολᾷ τὸν ἄνδρα.
Χορός
  1. ὦ γεννικώτατον κρέας ψυχήν τʼ ἄριστε πάντων,
  2. καὶ τῇ πόλει σωτὴρ φανεὶς ἡμῖν τε τοῖς πολίταις,