Knights
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ἥπερ μόνη προστατεῖ ῥητόρων;
- ᾗ σὺ πιστεύων ἀμέλγεις τῶν ξένων τοὺς καρπίμους,
- πρῶτος ὤν· ὁ δʼ Ἱπποδάμου λείβεται θεώμενος.
- ἀλλʼ ἐφάνη γὰρ ἀνὴρ ἕτερος πολὺ
- σοῦ μιαρώτερος, ὥστε με χαίρειν,
- ὅς σε παύσει καὶ πάρεισι, δῆλός ἐστιν αὐτόθεν,
- πανουργίᾳ τε καὶ θράσει
- καὶ κοβαλικεύμασιν.
- ἀλλʼ ὦ τραφεὶς ὅθενπέρ εἰσιν ἄνδρες οἵπερ εἰσίν,
- νῦν δεῖξον ὡς οὐδὲν λέγει τὸ σωφρόνως τραφῆναι.
- καὶ μὴν ἀκούσαθʼ οἷός ἐστιν οὑτοσὶ πολίτης.
- οὐκ αὖ μʼ ἐάσεις;
- μὰ Δίʼ ἐπεὶ κἀγὼ πονηρός εἰμι.
- ἐὰν δὲ μὴ ταύτῃ γʼ ὑπείκῃ, λέγʼ ὅτι κἀκ πονηρῶν.
- οὐκ αὖ μʼ ἐάσεις;
- μὰ Δία.
- ναὶ μὰ Δία.
- μὰ τὸν Ποσειδῶ.
- ἀλλʼ αὐτὸ περὶ τοῦ πρότερος εἰπεῖν πρῶτα διαμαχοῦμαι.
- οἴμοι διαρραγήσομαι.