Knights
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- κἀπιορκῶ γε βλεπόντων.
- ἀλλότρια τοίνυν σοφίζει,
- καὶ φανῶ σε τοῖς πρυτάνεσιν
- ἀδεκατεύτους τῶν θεῶν ἱερὰς
- ἔχοντα κοιλίας.
- ὦ μιαρὲ καὶ βδελυρὲ † καὶ κεκράκτα †, τοῦ σοῦ θράσους
- πᾶσα μὲν γῆ πλέα, πᾶσα δʼ ἐκκλησία, καὶ τέλη
- καὶ γραφαὶ καὶ δικαστήριʼ, ὦ βορβοροτάραξι καὶ
- τὴν πόλιν ἅπασαν ἡμῶν ἀνατετυρβακώς,
- ὅστις ἡμῶν τὰς Ἀθήνας ἐκκεκώφωκας βοῶν,
- κἀπὸ τῶν πετρῶν ἄνωθεν τοὺς φόρους θυννοσκοπῶν.
- οἶδʼ ἐγὼ τὸ πρᾶγμα τοῦθʼ ὅθεν πάλαι καττύεται.
- εἰ δὲ μὴ σύ γʼ οἶσθα κάττυμʼ, οὐδʼ ἐγὼ χορδεύματα,
- ὅστις ὑποτέμνων ἐπώλεις δέρμα μοχθηροῦ βοὸς
- τοῖς ἀγροίκοισιν πανούργως, ὥστε φαίνεσθαι παχύ,
- καὶ πρὶν ἡμέραν φορῆσαι μεῖζον ἦν δυοῖν δοχμαῖν.
- νὴ Δία κἀμὲ τοῦτʼ ἔδρασε ταὐτόν, ὥστε κατάγελων
- πάμπολυν τοῖς δημόταισι καὶ φίλοις παρασχεθεῖν·
- πρὶν γὰρ εἶναι Περγασῆσιν ἔνεον ἐν ταῖς ἐμβάσιν.
- ἆρα δῆτʼ οὐκ ἀπʼ ἀρχῆς ἐδήλους ἀναίδειαν,